Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔτλην γεγωνεῖν νυκτίφοιτα δείματα.[*](νυκτίφοιτα δείματα (ex Lycophr. 225) Nauck: νυκτίφοιτ᾽ ὀνείρατα recc.: νυκτίφαντ᾽ ὀνείρατα M)
  2. ὁ δ᾽ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς
  3. θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
  4. δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
  5. ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμους
  6. χρησμοὺς ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους.
  7. τέλος δ᾽ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
  8. σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
  9. ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
  10. ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾽ ἐσχάτοις ὅροις:
  11. κεἰ μὴ θέλοι, πυρωπὸν[*](πυρωπὸν recc.: πυρωτὸν M) ἐκ Διὸς μολεῖν
  12. κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι[*](ἐξαϊστώσοι Blomfield: ἐξαϊστώσει M) γένος.
  13. τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
  14. ἐξήλασέν με κἀπέκλῃσε δωμάτων
  15. ἄκουσαν ἄκων: ἀλλ᾽ ἐπηνάγκαζέ νιν
  16. Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
  17. εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
  18. ἦσαν, κεραστὶς δ᾽, ὡς ὁρᾶτ᾽, ὀξυστόμῳ
  19. μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματι
  20. ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος