Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τὸ Ζηνός, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν
  2. λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,
  3. ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.”
  4. τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι
  5. συνειχόμην δύστηνος, ἔς τε δὴ πατρὶ
  6. ἔτλην γεγωνεῖν νυκτίφοιτα δείματα.[*](νυκτίφοιτα δείματα (ex Lycophr. 225) Nauck: νυκτίφοιτ᾽ ὀνείρατα recc.: νυκτίφαντ᾽ ὀνείρατα M)
  7. ὁ δ᾽ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς
  8. θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
  9. δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
  10. ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμους
  11. χρησμοὺς ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους.
  12. τέλος δ᾽ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
  13. σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
  14. ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
  15. ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾽ ἐσχάτοις ὅροις:
  16. κεἰ μὴ θέλοι, πυρωπὸν[*](πυρωπὸν recc.: πυρωτὸν M) ἐκ Διὸς μολεῖν
  17. κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι[*](ἐξαϊστώσοι Blomfield: ἐξαϊστώσει M) γένος.