Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
- ἐνταῦθ᾽, ὅπου[*](ὅπου Ellendt: ὅποι M) μέλλοι τις οἴσεσθαι δάκρυ
- πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
- οὐκ οἶδ᾽ ὅπως ὑμῖν <γ᾽>[*](γ᾽ add. Paley) ἀπιστῆσαί με χρή,
- σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
- πεύσεσθε: καίτοι καὶ λέγουσ᾽ ὀδύρομαι
- θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
- μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.
- ἀεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
- ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
- λείοισι μύθοις “ὦ μέγ᾽ εὔδαιμον[*](εὐδαίμων (ο suprascr. m) M) κόρη,
- τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου
- τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
- πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
- θέλει: σὺ δ᾽, ὦ παῖ, μὴ ᾽πολακτίσῃς λέχος
- τὸ Ζηνός, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν
- λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,
- ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.”
- τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι
- συνειχόμην δύστηνος, ἔς τε δὴ πατρὶ