Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.”
- τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι
- συνειχόμην δύστηνος, ἔς τε δὴ πατρὶ
- ἔτλην γεγωνεῖν νυκτίφοιτα δείματα.[*](νυκτίφοιτα δείματα (ex Lycophr. 225) Nauck: νυκτίφοιτ᾽ ὀνείρατα recc.: νυκτίφαντ᾽ ὀνείρατα M)
- ὁ δ᾽ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς
- θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
- δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
- ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμους
- χρησμοὺς ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους.