Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
  2. ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
  3. λείοισι μύθοις “ὦ μέγ᾽ εὔδαιμον[*](εὐδαίμων (ο suprascr. m) M) κόρη,
  4. τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου
  5. τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
  6. πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
  7. θέλει: σὺ δ᾽, ὦ παῖ, μὴ ᾽πολακτίσῃς λέχος
  8. τὸ Ζηνός, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν
  9. λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,