Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τέλος δ᾽ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
- σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
- ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
- ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾽ ἐσχάτοις ὅροις:
- κεἰ μὴ θέλοι, πυρωπὸν[*](πυρωπὸν recc.: πυρωτὸν M) ἐκ Διὸς μολεῖν
- κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι[*](ἐξαϊστώσοι Blomfield: ἐξαϊστώσει M) γένος.
- τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
- ἐξήλασέν με κἀπέκλῃσε δωμάτων
- ἄκουσαν ἄκων: ἀλλ᾽ ἐπηνάγκαζέ νιν