Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- λέγ᾽ ἥντιν᾽ αἰτεῖ: πᾶν γὰρ ἂν[*](ἂν recc.: οὖν M) πύθοιό μου.
- σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασε.
- βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.
- ποίων δὲ ποινὰς ἀμπλακημάτων τίνεις;
- τοσοῦτον ἀρκῶ σοι σαφηνίσας[*](σαφηνίσας Linwood: σαφηνήσαι mutatum in σαφηνίσαι M) μόνον.
- καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
- δεῖξον τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
- τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
- μήτοι με κρύψῃς τοῦθ᾽ ὅπερ μέλλω παθεῖν.
- ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι[*](τοῦδέ σοι Turnebus: τοῦδε τοῦ codd.) δωρήματος.
- τί δῆτα μέλλεις μὴ[*](μὴ M, οὐ supra scr. m) οὐ γεγωνίσκειν τὸ πᾶν;
- φθόνος μὲν οὐδείς, σὰς δ᾽ ὀκνῶ θρᾶξαι φρένας.
- μή μου προκήδου μᾶσσον ὧν[*](ὧν Hermann: ὡς codd.) ἐμοὶ γλυκύ.
- ἐπεὶ προθυμεῖ, χρὴ λέγειν: ἄκουε δή.
- μήπω γε: μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε.
- τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
- αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας:
- τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα.
- σὸν ἔργον, Ἰοῖ, ταῖσδ᾽ ὑπουργῆσαι χάριν,
- ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.