Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τὸν μυριωπὸν εἰσορῶσα βούταν.
- ὁ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων,
- ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.
- ἀλλ᾽ ἐμὲ τὰν τάλαιναν
- ἐξ ἐνέρων περῶν κυναγεῖ,[*](κυναγεῖ Hermann: κυνηγετεῖ codd.) πλανᾷ
- τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.
- ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ
- ἀχέτας ὑπνοδόταν νόμον: ἰὼ ἰὼ πόποι,[*](πόποι Seidler: ποῖ ποῖ π᾽ όπ᾽ οἰ π᾽ όπ᾽ οἰ M)
- ποῖ μ᾽[*](ποῖ μ᾽ recc.: πῇ μ᾽ M) ἄγουσ᾽[*](ἄγουσ᾽ ὦ πόποι scripsi: ἄγουσι M) <ὦ πόποι> τηλέπλανοι[*](τηλέπλανοι Seidler: τηλέπλαγκτοι M πλάναι m1, recc.: πλάνοι M) πλάναι;
- τί ποτέ μ᾽, ὦ Κρόνιε παῖ, τί ποτε
- ταῖσδ᾽ ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
- πημοσύναις,[*](πημοσύναις Hermann: πημοναῖσιν codd.) ἐή,[*](ἐή Dindorf: ἓ ἕ M)
- οἰστρηλάτῳ δὲ δείματι δειλαίαν
- παράκοπον ὧδε τείρεις;
- πυρί <με>[*](με add. Elmsley) φλέξον, ἢ χθονὶ κάλυψον, ἢ ποντίοις
- δάκεσι δὸς βοράν,
- μηδέ μοι φθονήσῃς