Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. εὐγμάτων, ἄναξ.
  2. ἄδην με πολύπλανοι πλάναι
  3. γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπα
  4. πημονὰς ἀλύξω.
  5. κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
Προμηθεύς
  1. πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
  2. τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
  3. ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
  4. Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
Ἰώ
  1. πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις;
  2. εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν, τίς ἄρα μ᾽, ὦ τάλας,
  3. τὰν ταλαίπωρον ὧδ᾽ ἔτυμα προσθροεῖς:
  4. θεόσυτόν[*](θεόσσυτόν codd.) τε νόσον ὠνόμασας,
  5. ἃ μαραίνει με χρίουσα κέντροις, ἰώ,[*](κέντροις, ἰώ, Reisig: κέντροισι codd.)
  6. φοιταλέοις, ἐή.[*](φοιταλέοισιν ἐ: έ M)
  7. σκιρτημάτων δὲ νήστισιν αἰκίαις
  8. λαβρόσυτος[*](λαβρόσσυτος codd.) ἦλθον, <Ἥρασ>[*](Ἥρας ex schol. add. Hermann)