Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τοιαῦτα μὲν δὴ ταῦτ᾽: ἔνερθε δὲ χθονὸς
  2. κεκρυμμέν᾽ ἀνθρώποισιν ὠφελήματα,
  3. χαλκόν, σίδηρον,[*](σίδηρον recc.: σίδαρον M) ἄργυρον, χρυσόν τε[*](τε recc.: δὲ M) τίς
  4. φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
  5. οὐδείς, σάφ᾽ οἶδα, μὴ μάτην φλύσαι θέλων.
  6. βραχεῖ δὲ μύθῳ πάντα[*](πάντα recc.: ταῦτα M) συλλήβδην μάθε,
  7. πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
Χορός
  1. μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
  2. σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος: ὡς ἐγὼ
  3. εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι
  4. λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
Προμηθεύς
  1. οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
  2. κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
  3. δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω:
  4. τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
Χορός
  1. τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
Προμηθεύς
  1. Μοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες.
Χορός
  1. τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
Προμηθεύς
  1. οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
Χορός
  1. τί γὰρ πέπρωται Ζηνὶ πλὴν[*](πλὴν recc.: πρὶν M) ἀεὶ κρατεῖν;