Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐ χριστόν, οὔτε πιστόν, ἀλλὰ φαρμάκων
  2. χρείᾳ κατεσκέλλοντο, πρίν γ᾽ ἐγώ σφισιν
  3. ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
  4. αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
  5. τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,
  6. κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ
  7. ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
  8. ἐγνώρισ᾽ αὐτοῖς: ἐνοδίους τε συμβόλους:
  9. γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
  10. διώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν
  11. εὐωνύμους τε, καὶ δίαιταν ἥντινα
  12. ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
  13. ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι:
  14. σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
  15. ἔχοντ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονήν,
  16. χολῆς λοβοῦ τε ποικίλην εὐμορφίαν:
  17. κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
  18. ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην
  19. ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
  20. ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα.