Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει.
Χορός
  1. ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
Προμηθεύς
  1. ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς
  2. καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
  3. ὅσον μάλιστα: τόνδε γὰρ σῴζων ἐγὼ
  4. δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.
Χορός
  1. μηδάμ᾽ ὁ πάντα νέμων
  2. θεῖτ᾽[*](θεῖτο M) ἐμᾷ γνώμᾳ κράτος
  3. ἀντίπαλον Ζεύς,
  4. μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις
  5. θοίναις ποτινισσομένα
  6. βουφόνοις παρ᾽ Ὠκεανοῦ πατρὸς ἄ-
  7. σβεστον πόρον,
  8. μηδ᾽ ἀλίτοιμι λόγοις:
  9. μάλα μοι τοῦτ᾽[*](μάλα μοι τοῦτ᾽ Hermann: ἀλλά μοι τόδ᾽ codd.) ἐμμένοι
  10. καὶ μήποτ᾽ ἐκτακείη:
Χορός
  1. ἁδύ τι θαρσαλέαις
  2. τὸν μακρὸν τείνειν βίον
  3. ἐλπίσι, φαναῖς
  4. θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις.