Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ
- ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
- ἐγνώρισ᾽ αὐτοῖς: ἐνοδίους τε συμβόλους:
- γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
- διώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν
- εὐωνύμους τε, καὶ δίαιταν ἥντινα
- ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
- ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι:
- σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
- ἔχοντ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονήν,
- χολῆς λοβοῦ τε ποικίλην εὐμορφίαν:
- κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
- ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην
- ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
- ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα.
- τοιαῦτα μὲν δὴ ταῦτ᾽: ἔνερθε δὲ χθονὸς
- κεκρυμμέν᾽ ἀνθρώποισιν ὠφελήματα,