Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. λινόπτερ᾽ ηὗρε ναυτίλων[*](ναυτίλων recc.: ναυτιλόχων M) ὀχήματα.
  2. τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας
  3. βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ[*](σόφισμ᾽ ὅτῳ recc.: σοφισμάτων (ὅτω supra scr. m1) M)
  4. τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
Χορός
  1. πέπονθας αἰκὲς[*](αἰκὲς Porson: ἀεικὲς codd.) πῆμ᾽: ἀποσφαλεὶς φρενῶν
  2. πλανᾷ, κακὸς δ᾽ ἰατρὸς ὥς τις ἐς νόσον
  3. πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
  4. εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
Προμηθεύς
  1. τὰ λοιπά μου κλύουσα θαυμάσει πλέον,
  2. οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
  3. τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
  4. οὐκ ἦν ἀλέξημ᾽ οὐδέν, οὔτε[*](οὔτε recc.: οὐδε M) βρώσιμον,
  5. οὐ χριστόν, οὔτε πιστόν, ἀλλὰ φαρμάκων
  6. χρείᾳ κατεσκέλλοντο, πρίν γ᾽ ἐγώ σφισιν
  7. ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
  8. αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
  9. τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,