Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
- σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος: ὡς ἐγὼ
- εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι
- λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
- οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
- κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
- δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω:
- τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
- τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
- Μοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες.
- τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
- οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.