Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,
- μνήμην θ᾽[*](θ᾽ recc., et in M supra scripsit m1) ἁπάντων, μουσομήτορ᾽ ἐργάνην.[*](ἐργάνην Stobaeus, Flor. 71, 1 et nota in rec. adscripta: ἐργάτιν (τιν in litura m1) M)
- κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
- ζεύγλαισι δουλεύοντα σάγμασίν[*](σάγμασίν Pauw: σώμασιν M) θ᾽, ὅπως
- θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
- γένοινθ᾽,[*](γένοινθ᾽ Dawes: γένωνθ᾽ codd.) ὑφ᾽ ἅρμα τ᾽ ἤγαγον φιληνίους
- ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
- θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾽ ἐμοῦ
- λινόπτερ᾽ ηὗρε ναυτίλων[*](ναυτίλων recc.: ναυτιλόχων M) ὀχήματα.
- τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας
- βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ[*](σόφισμ᾽ ὅτῳ recc.: σοφισμάτων (ὅτω supra scr. m1) M)
- τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
- πέπονθας αἰκὲς[*](αἰκὲς Porson: ἀεικὲς codd.) πῆμ᾽: ἀποσφαλεὶς φρενῶν
- πλανᾷ, κακὸς δ᾽ ἰατρὸς ὥς τις ἐς νόσον
- πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
- εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
- τὰ λοιπά μου κλύουσα θαυμάσει πλέον,
- οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
- τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
- οὐκ ἦν ἀλέξημ᾽ οὐδέν, οὔτε[*](οὔτε recc.: οὐδε M) βρώσιμον,