Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τίς ἄλλος ἢ ᾽γὼ παντελῶς διώρισεν;
- ἀλλ᾽ αὐτὰ σιγῶ. καὶ γὰρ εἰδυίαισιν ἂν
- ὑμῖν λέγοιμι: τἀν βροτοῖς δὲ πήματα
- ἀκούσαθ᾽, ὥς σφας[*](ὥσφας M) νηπίους ὄντας τὸ πρὶν
- ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
- λέξω δέ, μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων,
- ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος:
- οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
- κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων
- ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
- ἔφυρον εἰκῆ πάντα, κοὔτε πλινθυφεῖς
- δόμους προσείλους[*](προσείλους recc.: προσήλους (ει supra η scr.) M) ᾖσαν, οὐ ξυλουργίαν:
- κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι
- μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
- ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
- οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
- θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν
- ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
- ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
- καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,[*](σοφισμάτων recc.: νοσφισμάτων M, σοφις in margine m1)