Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κεῖται στενωποῦ πλησίον θαλασσίου
  2. ἰπούμενος[*](ἰπούμενος M: ἰπνούμενος m1 recc.) ῥίζαισιν Αἰτναίαις ὕπο:
  3. κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
  4. Ἥφαιστος: ἔνθεν ἐκραγήσονταί ποτε
  5. ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
  6. τῆς καλλικάρπου Σικελίας λευροὺς γύας:
  7. τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
  8. θερμοῖς[*](θερμοῖς rec.: θερμῆς codd. cett.) ἀπλάτου[*](ἀπλάτου Schütz: ἀπλήστου codd.) βέλεσι πυρπνόου ζάλης,
  9. καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
  10. σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου[*](Πρ. add. m1)
  11. χρῄζεις: σεαυτὸν σῷζ᾽ ὅπως ἐπίστασαι:
  12. ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
  13. ἔς τ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
Ὠκεανός
  1. οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
  2. ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
Προμηθεύς
  1. ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
  2. καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ[*](ἰσχναίνῃ recc.: ἰσχναίει (ν postea inserto in ἰσχναίνει mutatum M) βίᾳ.