Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐ δῆτ᾽, ἐπεί με χαἰ[*](χαἰ Porson: καὶ codd.) κασιγνήτου τύχαι[*](Oceano tribuunt codd.: recte Prometheo continuavit Elmsley)
  2. τείρουσ᾽ Ἄτλαντος, ὃς πρὸς[*](πρὸς recc.: ἐς M) ἑσπέρους τόπους
  3. ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς
  4. ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
  5. τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
  6. ἄντρων ἰδὼν ᾤκτειρα, δάιον τέρας
  7. ἑκατογκάρανον πρὸς βίαν χειρούμενον
  8. Τυφῶνα θοῦρον, πᾶσι δ᾽[*](πᾶσι δ᾽ Minckwitz, Hermann: πᾶσιν ὃς M recc. aliquot) ἀντέστη θεοῖς,
  9. σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον:[*](φόβον] φόνον recc.)
  10. ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας,
  11. ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ:
  12. ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
  13. καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
  14. ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
  15. κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
  16. ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
  17. καὶ νῦν ἀχρεῖον καὶ παράορον[*](παράορον Bergk: παράωρον M) δέμας