Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
  2. ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.
Προμηθεύς
  1. μόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν.
Ὠκεανός
  1. ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
  2. κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
Προμηθεύς
  1. ἐμὸν δοκήσει τἀμπλάκημ᾽ εἶναι τόδε.
Ὠκεανός
  1. σαφῶς μ᾽ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
Προμηθεύς
  1. μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.
Ὠκεανός
  1. ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
Προμηθεύς
  1. τούτου φυλάσσου μή ποτ᾽ ἀχθεσθῇ κέαρ.
Ὠκεανός
  1. ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
Προμηθεύς
  1. στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.
Ὠκεανός
  1. ὁρμωμένῳ μοι τόνδ᾽ ἐθώυξας λόγον.
  2. λευρὸν γὰρ οἶμον αἰθέρος ψαίρει πτεροῖς
  3. τετρασκελὴς οἰωνός: ἄσμενος δέ τἂν[*](δέ τἂν Blomfield: δ᾽ ἔτ᾽ ἂν M)
  4. σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.
Χορός
  1. στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ: