Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς,
  2. πάντων μετασχὼν[*](μετασχεῖν Weil) καὶ τετολμηκὼς ἐμοί.[*](συντετολμηκώς τ᾽ Jebb (ad Ant. 537))
  3. καὶ νῦν ἔασον μηδέ[*](μηδέ recc.: μηδέν M) σοι μελησάτω.
  4. πάντως γὰρ οὐ πείσεις[*](πείσεις recc.: πείθεις M) νιν: οὐ γὰρ εὐπιθής.[*](εὐπιθής recc.: εὐπειθής M)
  5. πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
Ὠκεανός
  1. πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
  2. ἢ σαυτόν: ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
  3. ὁρμώμενον δὲ μηδαμῶς μ᾽[*](μ᾽ add. recc. duo: omittunt codd. cett.) ἀντισπάσῃς.
  4. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
  5. δώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
Προμηθεύς
  1. τὰ μέν σ᾽ ἐπαινῶ κοὐδαμῇ[*](κοὐδαμῇ recc.: κ᾽ οὐδὲ μὴ M) λήξω ποτέ:
  2. προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
  3. μηδὲν πόνει: μάτην γὰρ οὐδὲν ὠφελῶν
  4. ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.
  5. ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων:
  6. ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ, τοῦδ᾽ οὕνεκα
  7. θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.