Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
  2. δώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
Προμηθεύς
  1. τὰ μέν σ᾽ ἐπαινῶ κοὐδαμῇ[*](κοὐδαμῇ recc.: κ᾽ οὐδὲ μὴ M) λήξω ποτέ:
  2. προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
  3. μηδὲν πόνει: μάτην γὰρ οὐδὲν ὠφελῶν
  4. ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.
  5. ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων:
  6. ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ, τοῦδ᾽ οὕνεκα
  7. θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
  8. οὐ δῆτ᾽, ἐπεί με χαἰ[*](χαἰ Porson: καὶ codd.) κασιγνήτου τύχαι[*](Oceano tribuunt codd.: recte Prometheo continuavit Elmsley)
  9. τείρουσ᾽ Ἄτλαντος, ὃς πρὸς[*](πρὸς recc.: ἐς M) ἑσπέρους τόπους
  10. ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς
  11. ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
  12. τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
  13. ἄντρων ἰδὼν ᾤκτειρα, δάιον τέρας
  14. ἑκατογκάρανον πρὸς βίαν χειρούμενον
  15. Τυφῶνα θοῦρον, πᾶσι δ᾽[*](πᾶσι δ᾽ Minckwitz, Hermann: πᾶσιν ὃς M recc. aliquot) ἀντέστη θεοῖς,
  16. σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον:[*](φόβον] φόνον recc.)
  17. ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας,
  18. ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ: