Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
  2. καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
  3. ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
  4. κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
  5. ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
  6. καὶ νῦν ἀχρεῖον καὶ παράορον[*](παράορον Bergk: παράωρον M) δέμας
  7. κεῖται στενωποῦ πλησίον θαλασσίου
  8. ἰπούμενος[*](ἰπούμενος M: ἰπνούμενος m1 recc.) ῥίζαισιν Αἰτναίαις ὕπο:
  9. κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
  10. Ἥφαιστος: ἔνθεν ἐκραγήσονταί ποτε
  11. ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
  12. τῆς καλλικάρπου Σικελίας λευροὺς γύας:
  13. τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
  14. θερμοῖς[*](θερμοῖς rec.: θερμῆς codd. cett.) ἀπλάτου[*](ἀπλάτου Schütz: ἀπλήστου codd.) βέλεσι πυρπνόου ζάλης,
  15. καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
  16. σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου[*](Πρ. add. m1)
  17. χρῄζεις: σεαυτὸν σῷζ᾽ ὅπως ἐπίστασαι:
  18. ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
  19. ἔς τ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
Ὠκεανός
  1. οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι