Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
- γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
- σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς,
- πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις.
- οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
- πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
- τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ.
- καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
- ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων:
- σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει.
- ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι
- γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
- ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς,
- πάντων μετασχὼν[*](μετασχεῖν Weil) καὶ τετολμηκὼς ἐμοί.[*](συντετολμηκώς τ᾽ Jebb (ad Ant. 537))
- καὶ νῦν ἔασον μηδέ[*](μηδέ recc.: μηδέν M) σοι μελησάτω.
- πάντως γὰρ οὐ πείσεις[*](πείσεις recc.: πείθεις M) νιν: οὐ γὰρ εὐπιθής.[*](εὐπιθής recc.: εὐπειθής M)
- πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
- πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
- ἢ σαυτόν: ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
- ὁρμώμενον δὲ μηδαμῶς μ᾽[*](μ᾽ add. recc. duo: omittunt codd. cett.) ἀντισπάσῃς.