Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον[*](ὄχλον Döderlein: χόλον codd.)
- παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
- ἀλλ᾽, ὦ ταλαίπωρ᾽, ἃς ἔχεις ὀργὰς ἄφες,
- ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
- ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε:
- τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
- γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
- σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς,
- πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις.
- οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
- πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
- τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ.
- καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
- ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων:
- σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει.
- ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι
- γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;