Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ
  2. φίλος ἐστὶ βεβαιότερός σοι.
Προμηθεύς
  1. ἔα: τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν
  2. ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
  3. ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
  4. αὐτόκτιτ᾽ ἄντρα, τὴν σιδηρομήτορα
  5. ἐλθεῖν ἐς αἶαν; ἢ θεωρήσων τύχας
  6. ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
  7. δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
  8. τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
  9. οἵαις ὑπ᾽ αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ὠκεανός
  1. ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι
  2. θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
  3. γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
  4. νέους: νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
  5. εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
  6. ῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω