Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
  2. θᾶκον προλιποῦσ᾽, αἰθέρα θ᾽ ἁγνὸν
  3. πόρον οἰωνῶν, ὀκριοέσσῃ
  4. χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
  5. χρῄζω διὰ παντὸς ἀκοῦσαι.
Ὠκεανός
  1. ἥκω δολιχῆς τέρμα κελεύθου
  2. διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
  3. τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν
  4. γνώμῃ στομίων ἄτερ εὐθύνων:
  5. ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
  6. τό τε γάρ με, δοκῶ, συγγενὲς οὕτως
  7. ἐσαναγκάζει,
  8. χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
  9. μείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί.
  10. γνώσει δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην
  11. χαριτογλωσσεῖν[*](χαριτογλωσσεῖν ex Athenaeo Turnebus: σὲ τὸ χαριτογλωσσεῖν M) ἔνι μοι: φέρε γὰρ
  12. σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν: