Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τοιαῦτ᾽ ἐπηύρου[*](ἐπηύρου Elmsley: ἐπηύρω M) τοῦ φιλανθρώπου τρόπου.
- θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
- βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
- ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
- ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ:
- πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
- φθέγξει: Διὸς γὰρ δυσπαραίτητοι φρένες:
- ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
- εἶεν, τί μέλλεις καὶ κατοικτίζει μάτην;