Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
  2. ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ἥφαιστος
  1. τὸ συγγενές τοι δεινὸν ἥ θ᾽ ὁμιλία.
Κράτος
  1. σύμφημ᾽: ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων[*](Κρ. add. m1)
  2. οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;
Ἥφαιστος
  1. αἰεί γε[*](αἰεί γε rec.: αἰεί τε M) δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
Κράτος
  1. ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι: σὺ δὲ
  2. τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Ἥφαιστος
  1. ὦ πολλὰ μισηθεῖσα χειρωναξία.