Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι
- προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ[*](πάγῳ recc.: τόπῳ M)
- ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
- ὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ
- χροιᾶς ἀμείψεις ἄνθος: ἀσμένῳ δέ σοι
- ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
- πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν:
- αἰεὶ[*](αἰεὶ G: ἀεὶ cett. codd.) δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
- τρύσει σ᾽: ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.