Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
- καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα
- ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο
- ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
- οὐκ ἔσχεν οὐδέν᾽, ἀλλ᾽ ἀιστώσας γένος
- τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
- καὶ τοισίδ᾽ οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
- ἐγὼ δ᾽ ἐτόλμησ᾽:[*](δ᾽ ἐτόλμησ᾽ rec.: δὲ τόλμησ᾽ M: δὲ τόλμης vel δὲ τολμῆς recc.) ἐξελυσάμην βροτοὺς
- τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
- τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
- πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν:
- θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
- οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς[*](ἀλλὰ νηλεῶς Elmsley: ἀλλ᾽ ἀνηλεῶς codd.)
- ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
- σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
- ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
- μόχθοις: ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε