Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔχρῃζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην[*](ἠλγύνθην recc.: ἀλγύνθην M) κέαρ.
Προμηθεύς
  1. καὶ μὴν φίλοις <γ᾽>[*](γ᾽ add. Wecklein) ἐλεινὸς[*](ἐλεινὸς Porson: ἐλεεινὸς codd.) εἰσορᾶν ἐγώ.
Χορός
  1. μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
Προμηθεύς
  1. θνητοὺς[*](θνητοὺς recc.: θνητούς τ᾽ M) ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
Χορός
  1. τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
Προμηθεύς
  1. τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
Χορός
  1. μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς.
Προμηθεύς
  1. πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
Χορός
  1. καὶ νῦν φλογωπὸν πῦρ[*](πῦρ] σπέρμ᾽ Weil) ἔχουσ᾽ ἐφήμεροι;
Προμηθεύς
  1. ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
Χορός
  1. τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν
Προμηθεύς
  1. αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.
Χορός
  1. οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;[*](Πρ. Χο. add. Welcker: choro continuant codd.)
Προμηθεύς
  1. οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
Χορός
  1. δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
  2. ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν
  3. καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος. ἀλλὰ ταῦτα μὲν