Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τὸ μέλλον ᾗ κραίνοιτο[*](κρανοῖτο Elmsley) προυτεθεσπίκει,
- ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν
- χρείη,[*](χρείη Dawes: χρὴ: ἢ M (χρεῖ᾽ ἦ in margine m1): χρὴ ἢ recc.) δόλῳ δὲ[*](δὲ omissum in M supplevit m1) τοὺς ὑπερσχόντας[*](ὑπερσχόντας Proson: ὑπερέχοντας codd.) κρατεῖν.
- τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου
- οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
- κράτιστα δή μοι τῶν παρεστώτων τότε
- ἐφαίνετ᾽ εἶναι προσλαβόντα[*](προσλαβόντα recc.: προσλαβόντι M) μητέρα
- ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
- ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
- κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
- αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ
- ὁ τῶν θεῶν τύραννος ὠφελημένος
- κακαῖσι ποιναῖς ταῖσδέ μ᾽ ἀντημείψατο.[*](ἀντημείψατο recc.: ἐξημείψατο M)
- ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
- νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
- ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινα
- αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.