Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι,
  2. οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται:
  3. δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
Προμηθεύς
  1. ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
  2. ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.
  3. ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου
  4. στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο,
  5. οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
  6. ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν
  7. σπεύδοντες, ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν,
  8. ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
  9. Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
  10. οὐκ ἠδυνήθην: αἱμύλας δὲ μηχανὰς
  11. ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
  12. ᾤοντ᾽ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν:
  13. ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
  14. καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,