Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τίς ὧδε τλησικάρδιος
- θεῶν, ὅτῳ τάδ᾽ ἐπιχαρῆ;
- τίς οὐ ξυνασχαλᾷ κακοῖς
- τεοῖσι, δίχα γε Διός; ὁ δ᾽ ἐπικότως ἀεὶ[*](αἰεὶ M)
- θέμενος ἄγναμπτον νόον
- δάμναται οὐρανίαν
- γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ,
- ἢ παλάμᾳ τινὶ τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
- ἦ μὴν ἔτ᾽ ἐμοῦ,[*](ἔτ᾽ ἐμοῦ recc.: ἔτ᾽ ἀπ᾽ ἐμοῦ M) καίπερ κρατεραῖς
- ἐν γυιοπέδαις[*](γυιοπέδαις recc.: γυοπέδαις M) αἰκιζομένου,
- χρείαν ἕξει μακάρων πρύτανις,
- δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽[*](ὑφ᾽ ex ἀφ᾽ factum M) ὅτου
- σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.
- καί μ᾽ οὔτε[*](οὔτε Porson: οὔτι recc.: οὔτοι M) μελιγλώσσοις πειθοῦς
- ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽
- οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ
- καταμηνύσω,
- πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
- ποινάς τε τίνειν[*](τε τίνειν Porson: τέ μοι τίνειν M)
- τῆσδ᾽[*](τῆσδ᾽ recc.: τῆς M) αἰκίας ἐθελήσῃ.