Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. σὺ μὲν θρασύς τε καὶ πικραῖς
  2. δύαισιν οὐδὲν ἐπιχαλᾷς,
  3. ἄγαν δ᾽ ἐλευθεροστομεῖς.
  4. ἐμὰς δὲ φρένας ἐρέθισε[*](ἐρέθισε Turnebus: ἠρέθισε codd.) διάτορος φόβος:
  5. δέδια δ᾽[*](δ᾽ Proson: γὰρ codd.) ἀμφὶ σαῖς τύχαις,
  6. πᾷ[*](πᾷ Turnebus: ὕπᾳ M: ὅπα recc.) ποτε τῶνδε πόνων
  7. χρή σε τέρμα κέλσαντ᾽ ἐσιδεῖν: ἀκίχητα γὰρ
  8. ἤθεα καὶ κέαρ ἀπαράμυθον[*](ἀπαράμυθον recc. aliquot: οὐ παράμυθον M, recc. cett.) ἔχει Κρόνου παῖς.
Προμηθεύς
  1. οἶδ᾽ ὅτι τραχὺς καὶ[*](καὶ recc.: τε καὶ M recc. plerique) παρ᾽ ἑαυτῷ
  2. τὸ δίκαιον ἔχων Ζεύς: ἀλλ᾽ ἔμπας [ὀίω][*](ὀίω (in M ex ἰὼ factum) eiecit Brunck)
  3. μαλακογνώμων
  4. ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ:[*](ῥαισθῇ recc. plerique: ῥωσθῇ (ω in litura) M)
  5. τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν
  6. εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
  7. σπεύδων σπεύδοντί ποθ᾽ ἥξει.
Χορός
  1. πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον,
  2. ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι,
  3. οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται:
  4. δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
Προμηθεύς
  1. ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,