Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- δέρχθητ᾽, ἐσίδεσθ᾽ οἵῳ δεσμῷ,
- προσπορπατὸς[*](προσπορπατὸς adscripsit m1: πρὸς πατρὸς M) τῆσδε φάραγγος
- σκοπέλοις ἐν ἄκροις
- φρουρὰν ἄζηλον ὀχήσω.
- λεύσσω, Προμηθεῦ: φοβερὰ[*](φοβερὰ] δνοφερὰ Hirschig) δ᾽ ἐμοῖσιν ὄσσοις
- ὁμίχλα προσῇξε πλήρης
- δακρύων σὸν δέμας εἰσιδοῦσαν[*](εἰσιδοῦσαν Hermann: εἰσίδουσα M: εἰσιδοῦσιν recc. aliquot)
- πέτραις προσαυαινόμενον
- ταῖσδ᾽[*](ταῖσδ᾽ Victorius: ταῖς codd. ἀδαμαντοδέτοισι Turnebus: ἀδαμαντοδέτοις M recc.) ἀδαμαντοδέτοισι λύμαις:
- νέοι γὰρ οἰακονόμοι κρατοῦσ᾽ Ὀλύμπου:
- νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως[*](ἀθέτως ex Hesych. Bentley: ἀθέσμως codd.) κρατύνει,
- τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
- εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽[*](θ᾽ Turnebus, Ἅιδου Blomfield: τ᾽ ἀίδου codd.) Ἅιδου
- τοῦ νεκροδέγμονος εἰς ἀπέραντον
- Τάρταρον ἧκεν,
- δεσμοῖς ἀλύτοις ἀγρίως[*](ἀγρίως recc.: ἀγρίοις M) πελάσας,
- ὡς μήτε[*](ὡς μήτε Turnebus: ὡς μήποτε codd.) θεὸς μήτε τις ἄλλος
- τοῖσδ᾽ ἐπεγήθει.
- νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας
- ἐχθροῖς ἐπίχαρτα πέπονθα.