Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὁμίχλα προσῇξε πλήρης
  2. δακρύων σὸν δέμας εἰσιδοῦσαν[*](εἰσιδοῦσαν Hermann: εἰσίδουσα M: εἰσιδοῦσιν recc. aliquot)
  3. πέτραις προσαυαινόμενον
  4. ταῖσδ᾽[*](ταῖσδ᾽ Victorius: ταῖς codd. ἀδαμαντοδέτοισι Turnebus: ἀδαμαντοδέτοις M recc.) ἀδαμαντοδέτοισι λύμαις:
  5. νέοι γὰρ οἰακονόμοι κρατοῦσ᾽ Ὀλύμπου:
  6. νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως[*](ἀθέτως ex Hesych. Bentley: ἀθέσμως codd.) κρατύνει,
  7. τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
Προμηθεύς
  1. εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽[*](θ᾽ Turnebus, Ἅιδου Blomfield: τ᾽ ἀίδου codd.) Ἅιδου
  2. τοῦ νεκροδέγμονος εἰς ἀπέραντον
  3. Τάρταρον ἧκεν,
  4. δεσμοῖς ἀλύτοις ἀγρίως[*](ἀγρίως recc.: ἀγρίοις M) πελάσας,
  5. ὡς μήτε[*](ὡς μήτε Turnebus: ὡς μήποτε codd.) θεὸς μήτε τις ἄλλος
  6. τοῖσδ᾽ ἐπεγήθει.
  7. νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας
  8. ἐχθροῖς ἐπίχαρτα πέπονθα.
Χορός
  1. τίς ὧδε τλησικάρδιος
  2. θεῶν, ὅτῳ τάδ᾽ ἐπιχαρῆ;