Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πτερύγων θοαῖς ἁμίλλαις
  2. προσέβα τόνδε πάγον, πατρῴας
  3. μόγις παρειποῦσα φρένας.
  4. κραιπνοφόροι δέ μ᾽ ἔπεμψαν αὖραι:
  5. κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄντρων
  6. μυχόν, ἐκ δ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν[*](θεμερῶπιν M: θερμερῶπιν (ρ adscripto verae lectioni) m1 recc.) αἰδῶ:
  7. σύθην δ᾽ ἀπέδιλος ὄχῳ πτερωτῷ.
Προμηθεύς
  1. αἰαῖ αἰαῖ,[*](αἲ ter M)
  2. τῆς πολυτέκνου Τηθύος ἔκγονα,
  3. τοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένου
  4. χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες
  5. πατρὸς Ὠκεανοῦ,
  6. δέρχθητ᾽, ἐσίδεσθ᾽ οἵῳ δεσμῷ,
  7. προσπορπατὸς[*](προσπορπατὸς adscripsit m1: πρὸς πατρὸς M) τῆσδε φάραγγος
  8. σκοπέλοις ἐν ἄκροις
  9. φρουρὰν ἄζηλον ὀχήσω.
Χορός
  1. λεύσσω, Προμηθεῦ: φοβερὰ[*](φοβερὰ] δνοφερὰ Hirschig) δ᾽ ἐμοῖσιν ὄσσοις