Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τίς οὐ ξυνασχαλᾷ κακοῖς
  2. τεοῖσι, δίχα γε Διός; ὁ δ᾽ ἐπικότως ἀεὶ[*](αἰεὶ M)
  3. θέμενος ἄγναμπτον νόον
  4. δάμναται οὐρανίαν
  5. γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ,
  6. ἢ παλάμᾳ τινὶ τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
Προμηθεύς
  1. ἦ μὴν ἔτ᾽ ἐμοῦ,[*](ἔτ᾽ ἐμοῦ recc.: ἔτ᾽ ἀπ᾽ ἐμοῦ M) καίπερ κρατεραῖς
  2. ἐν γυιοπέδαις[*](γυιοπέδαις recc.: γυοπέδαις M) αἰκιζομένου,
  3. χρείαν ἕξει μακάρων πρύτανις,
  4. δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽[*](ὑφ᾽ ex ἀφ᾽ factum M) ὅτου
  5. σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.
  6. καί μ᾽ οὔτε[*](οὔτε Porson: οὔτι recc.: οὔτοι M) μελιγλώσσοις πειθοῦς
  7. ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽
  8. οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ
  9. καταμηνύσω,
  10. πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
  11. ποινάς τε τίνειν[*](τε τίνειν Porson: τέ μοι τίνειν M)