Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- δι᾽ ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι
- τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
- διὰ τὴν λίαν φιλότητα βροτῶν.
- φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω
- πέλας οἰωνῶν; αἰθὴρ δ᾽ ἐλαφραῖς
- πτερύγων ῥιπαῖς ὑποσυρίζει.
- πᾶν μοι φοβερὸν τὸ προσέρπον.
- μηδὲν φοβηθῇς: φιλία γὰρ ἅδε[*](ἅδε Hermann: ἥδε codd.) τάξις
- πτερύγων θοαῖς ἁμίλλαις
- προσέβα τόνδε πάγον, πατρῴας
- μόγις παρειποῦσα φρένας.
- κραιπνοφόροι δέ μ᾽ ἔπεμψαν αὖραι:
- κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄντρων
- μυχόν, ἐκ δ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν[*](θεμερῶπιν M: θερμερῶπιν (ρ adscripto verae lectioni) m1 recc.) αἰδῶ:
- σύθην δ᾽ ἀπέδιλος ὄχῳ πτερωτῷ.
- αἰαῖ αἰαῖ,[*](αἲ ter M)
- τῆς πολυτέκνου Τηθύος ἔκγονα,
- τοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένου
- χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες
- πατρὸς Ὠκεανοῦ,