Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τοιῶνδε[*](τοιῶνδε recc.: τοιάσδε M) ποινὰς ἀμπλακημάτων τίνω
- ὑπαιθρίοις[*](ὑπαιθρίοις Blomfield: ὑπαίθριος codd.) δεσμοῖς πεπασσαλευμένος.[*](δεσμοῖς πεπασσαλευμένος C. G. Haupt: δεσμοῖσι πασσαλευμένος M recc. aliquot: δεσμοῖσι πασσαλευτός recc. plerique)
Προμηθεύς- ἆ ἆ [ἔα ἔα].[*](ἔα ἔα seclusit Dindorf)
- τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ᾽ ἀφεγγής,
- θεόσυτος,[*](θεόσυτος rec.: θεόσυτος codd. cett.) ἢ βρότειος, ἢ κεκραμένη;
- ἵκετο τερμόνιον ἐπὶ πάγον
- πόνων ἐμῶν[*](ἐμῶν recc.: ἡμῶν M) θεωρός, ἢ τί δὴ θέλων;
- ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν,
- τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς
Προμηθεύς- δι᾽ ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι
- τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
- διὰ τὴν λίαν φιλότητα βροτῶν.
- φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω
- πέλας οἰωνῶν; αἰθὴρ δ᾽ ἐλαφραῖς
- πτερύγων ῥιπαῖς ὑποσυρίζει.
- πᾶν μοι φοβερὸν τὸ προσέρπον.
Χορός- μηδὲν φοβηθῇς: φιλία γὰρ ἅδε[*](ἅδε Hermann: ἥδε codd.) τάξις