Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μετά ποι[*](ποι rec.: που M) χωρεῖτ᾽ ἐκ τῶνδε θοῶς,
  2. μὴ φρένας ὑμῶν ἠλιθιώσῃ
  3. βροντῆς μύκημ᾽ ἀτέραμνον.
Χορός
  1. ἄλλο τι φώνει καὶ παραμυθοῦ μ᾽
  2. ὅ τι καὶ πείσεις: οὐ γὰρ δή που
  3. τοῦτό γε τλητὸν παρέσυρας ἔπος.
  4. πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν;
  5. μετὰ τοῦδ᾽ ὅ τι χρὴ πάσχειν ἐθέλω:
  6. τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,
  7. κοὐκ ἔστι νόσος
  8. τῆσδ᾽ ἥντιν᾽ ἀπέπτυσα μᾶλλον.
Ἑρμῆς
  1. ἀλλ᾽ οὖν μέμνησθ᾽ ἁγὼ[*](ἁγὼ Porson: ἅ τ᾽ ἐγὼ codd. plerique) προλέγω
  2. μηδὲ πρὸς ἄτης θηραθεῖσαι
  3. μέμψησθε τύχην, μηδέ ποτ᾽ εἴπηθ᾽
  4. ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον
  5. πῆμ᾽ εἰσέβαλεν: μὴ δῆτ᾽, αὐταὶ δ᾽
  6. ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ