Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως
- εἰς ἀπέραντον δίκτυον ἄτης
- ἐμπλεχθήσεσθ᾽ ὑπ᾽ ἀνοίας.
- καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ
- χθὼν σεσάλευται.
- βρυχία δ᾽ ἠχὼ παραμυκᾶται
- βροντῆς, ἕλικες δ᾽ ἐκλάμπουσι
- στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν
- εἱλίσσουσι:[*](εἱλίσσουσι Turnebus: ἑλίσσουσιν M) σκιρτᾷ δ᾽ ἀνέμων
- πνεύματα πάντων εἰς ἄλληλα
- στάσιν ἀντίπνουν ἀποδεικνύμενα:
- ξυντετάρακται δ᾽ αἰθὴρ πόντῳ.
- τοιάδ᾽ ἐπ᾽ ἐμοὶ ῥιπὴ Διόθεν
- τεύχουσα φόβον στείχει φανερῶς.
- ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων
- αἰθὴρ κοινὸν φάος εἱλίσσων,[*](εἱλίσσων Turnebus: ἑλίσσων codd.)
- ἐσορᾷς μ᾽ ὡς ἔκδικα πάσχω.