Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πρὸς ταῦτ᾽ ἐπ᾽ ἐμοὶ ῥιπτέσθω[*](ἐπ᾽ ἐμοὶ ῥιπτέσθω recc.: ἐπί μοι ῥιπτείσθω M) μὲν
  2. πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽
  3. ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ᾽
  4. ἀγρίων ἀνέμων: χθόνα δ᾽ ἐκ πυθμένων
  5. αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
  6. κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
  7. συγχώσειεν τῶν τ᾽ οὐρανίων
  8. ἄστρων διόδους: εἴς τε κελαινὸν
  9. Τάρταρον ἄρδην ῥίψειε δέμας
  10. τοὐμὸν ἀνάγκης στερραῖς δίναις:
  11. πάντως ἐμέ γ᾽ οὐ θανατώσει.
Ἑρμῆς
  1. τοιάδε μέντοι τῶν φρενοπλήκτων
  2. βουλεύματ᾽ ἔπη τ᾽ ἔστιν ἀκοῦσαι.
  3. τί γὰρ ἐλλείπει μὴ <οὐ>[*](οὐ add. Wecklein) παραπαίειν
  4. ἡ τοῦδ᾽ εὐχή;[*](ἡ τοῦδ᾽ εὐχή Winckelmann: ἦ τοῦδ᾽ εὐτυχῆ M) τί χαλᾷ μανιῶν;
  5. ἀλλ᾽ οὖν ὑμεῖς γ᾽ αἱ[*](γ᾽ αἱ Turnebus: γε codd.) πημοσύναις
  6. συγκάμνουσαι ταῖς τοῦδε τόπων