Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἄλλο τι φώνει καὶ παραμυθοῦ μ᾽
- ὅ τι καὶ πείσεις: οὐ γὰρ δή που
- τοῦτό γε τλητὸν παρέσυρας ἔπος.
- πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν;
- μετὰ τοῦδ᾽ ὅ τι χρὴ πάσχειν ἐθέλω:
- τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,
- κοὐκ ἔστι νόσος
- τῆσδ᾽ ἥντιν᾽ ἀπέπτυσα μᾶλλον.
- ἀλλ᾽ οὖν μέμνησθ᾽ ἁγὼ[*](ἁγὼ Porson: ἅ τ᾽ ἐγὼ codd. plerique) προλέγω
- μηδὲ πρὸς ἄτης θηραθεῖσαι
- μέμψησθε τύχην, μηδέ ποτ᾽ εἴπηθ᾽
- ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον
- πῆμ᾽ εἰσέβαλεν: μὴ δῆτ᾽, αὐταὶ δ᾽
- ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ