Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- λέγειν: ἄνωγε γάρ σε τὴν αὐθαδίαν
- μεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
- πιθοῦ:[*](πιθοῦ recc.: πείθου M) σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
- εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας
- ὅδ᾽ ἐθώυξεν, πάσχειν δὲ κακῶς
- ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές.
- πρὸς ταῦτ᾽ ἐπ᾽ ἐμοὶ ῥιπτέσθω[*](ἐπ᾽ ἐμοὶ ῥιπτέσθω recc.: ἐπί μοι ῥιπτείσθω M) μὲν
- πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽
- ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ᾽
- ἀγρίων ἀνέμων: χθόνα δ᾽ ἐκ πυθμένων
- αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
- κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
- συγχώσειεν τῶν τ᾽ οὐρανίων
- ἄστρων διόδους: εἴς τε κελαινὸν
- Τάρταρον ἄρδην ῥίψειε δέμας
- τοὐμὸν ἀνάγκης στερραῖς δίναις:
- πάντως ἐμέ γ᾽ οὐ θανατώσει.
- τοιάδε μέντοι τῶν φρενοπλήκτων
- βουλεύματ᾽ ἔπη τ᾽ ἔστιν ἀκοῦσαι.
- τί γὰρ ἐλλείπει μὴ <οὐ>[*](οὐ add. Wecklein) παραπαίειν