Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τοιοῦδε μόχθου τέρμα μή τι[*](τι rec.: τοι M) προσδόκα,
  2. πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
  3. φανῇ, θελήσῃ τ᾽ εἰς ἀναύγητον μολεῖν
  4. Ἅιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη.
  5. πρὸς ταῦτα βούλευ᾽: ὡς ὅδ᾽ οὐ πεπλασμένος
  6. ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος:[*](fort. ἐτήτυμος Hartung)
  7. ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα
  8. τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲ
  9. πάπταινε καὶ φρόντιζε, μηδ᾽ αὐθαδίαν
  10. εὐβουλίας ἀμείνον᾽[*](ἄμεινον mutatum in ἀμείνον᾽ M) ἡγήσῃ ποτέ.
Χορός
  1. ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται
  2. λέγειν: ἄνωγε γάρ σε τὴν αὐθαδίαν
  3. μεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
  4. πιθοῦ:[*](πιθοῦ recc.: πείθου M) σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
Προμηθεύς
  1. εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας
  2. ὅδ᾽ ἐθώυξεν, πάσχειν δὲ κακῶς
  3. ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές.