Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα
- τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲ
- πάπταινε καὶ φρόντιζε, μηδ᾽ αὐθαδίαν
- εὐβουλίας ἀμείνον᾽[*](ἄμεινον mutatum in ἀμείνον᾽ M) ἡγήσῃ ποτέ.
- ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται
- λέγειν: ἄνωγε γάρ σε τὴν αὐθαδίαν
- μεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
- πιθοῦ:[*](πιθοῦ recc.: πείθου M) σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
- εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας