Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὅδ᾽ ἐθώυξεν, πάσχειν δὲ κακῶς
  2. ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές.
  3. πρὸς ταῦτ᾽ ἐπ᾽ ἐμοὶ ῥιπτέσθω[*](ἐπ᾽ ἐμοὶ ῥιπτέσθω recc.: ἐπί μοι ῥιπτείσθω M) μὲν
  4. πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽
  5. ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ᾽
  6. ἀγρίων ἀνέμων: χθόνα δ᾽ ἐκ πυθμένων
  7. αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
  8. κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
  9. συγχώσειεν τῶν τ᾽ οὐρανίων